Ancient Greek
239.1
Basilius Theol., In Ebriosos 239.1
Unproofread scanNot analysed yet
χάμπτειν εἰς τὴν προσκύνησιν; Τίνας ὀδύρωμαι; τὰς χώρας τὰς ἀπεριγράμους; ἢ τὰς ἐν τῷ ζυγῷ τοῦ γάμου κατεχομένας; Αἱ μὲν γὰρ ἐπανήλθον, τὴν παρθενίαν οὐκ ἔχουσαι· αἱ δὲ τὴν σωφροσύνην τοῖς ἀνδράσιν οὐκ ἐπανήγαγον. Εἰ γὰρ πού τινες καὶ τῷ σώματι τὴν ἁμαρτίαν διεφυγον, ἀλλὰ πάντες γε ταῖς ψυχαῖς τὴν φθορὰν ὑπέδειξαν. Ταῦτά μοι καὶ περὶ τῶν ἀρρένων εἴρησθω. Εἶδος κακίας, ἐθεάθη (68) κακίας. Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν. Εἰ αἱ ἀπὸ ταυτομάτου συντυχίαι τοῖς περιέργως κατασκοποῦσι τοσοῦτον ἔχουσι κίνδυνον, αἱ κατ’ ἐπιθυμίαν ἀπαντήσεις, ὥστε ἰδεῖν γυναῖκας ἀσχημονούσας ὑπὸ τῆς μέθης, καὶ κατασχηματιζομένας πρὸς ἐκλυσιν, καὶ μέλη τεθρυμμένα ἀβούλως, δυνάμενα καὶ μόνον ἀκουσθέντα πάντα ὄστρον ἡδονῆς ἐμποιῆσαι τοῖς ἀκολάστοις, τί ἐροῦσιν, ἢ τί ἀπολογήσονται, ἐκ τοιούτων θεαμάτων μυρίων ἐραδῶν κακῶν συλλεξάμενοι; Οὐχ, ὡς διὰ τοῦτο ἐμβλέψαντες, ἵνα τὰς ἐπιθυμίας ἐγείρωσιν (67); Οὐκοῦν ὑπόδικοι εἰσι, κατὰ τὴν ἀπαραίτητον ἀπόφασιν τοῦ Κυρίου, τῷ κρίματι τῆς μοιχείας. Πῶς ὑμᾶς ἡ Πεντηκοστὴ ὑποδέξεται, οὕτω τοῦ Πάσχα καθυβρισθέντος; Ἡ Πεντηκοστὴ τοῦ Πνεύματος ἔχει τὸ ἅγιον τὴν ἐναργὴ καὶ πᾶσι γνωρίμην ἐπιδημίαν· σὺ δὲ, προλαβὼν, σεαυτὸν οἰκητήριον τοῦ ἀντικειμένου ἐποίησας πνεύματος, καὶ ἐγένου ναὸς εἰδώλων, ἀντὶ τοῦ γενέσθαι ναὸς Θεοῦ διὰ τῆς ἐνοικήσεως τοῦ Πνεύματος τοῦ ἁγίου. Ἐπιστάσω τὴν ἄρδαν τοῦ προφήτου εἰπόντος ἐκ προσώπου τοῦ Θεοῦ, ὅτι Στρέψω τὰς δόρας αὐτῶν εἰς πένθος. Πῶς τῶν οἰκετῶν ἄρχετε (68), αὐτοὶ δουλεύοντες ἐπιθυμίαις ἀνοήτοις καὶ βλαβερὰς ὡς ἀνθρώποδα; Πῶς τοὺς παῖδας νοθεύετε, ἀνούθετον ζωὴν καὶ ἀδιάτακτον ζῶντες; Τί οὖν; Ἐν τούτοις ὑμᾶς καταλείπω; Ἀλλὰ φοβοῦμαι, μὴ πῶς ὁ μὲν ἀνυπτάκτος στραγότερος γένηται (69), ὁ καταπενημένος τῇ περισσότερᾳ λύπῃ καταποθῇ. Ἰαμα γὰρ, φησὶ, καταπαύσει ἁμαρτίας μεγάλας. Ἡ νηστεία τὴν μέθην θεραπεύσεται· ψαλμὸς τὴν αἰσχρὰν μελωδίαν· δάκρυον γενέσθω τοῦ γέλωντος Ἰαμα· ἀντὶ τῆς ὀρχήσεως τὸ γόνυ κλινέσθω· ἀντὶ τοῦ κράτους τῶν χειρῶν τὸ στήθος τυππέσθω· ἀντὶ τοῦ κόσμου τῆς ἐσθῆτος ἡ ταπείνωσις. Ἐπὶ πᾶσιν ἡ ἐλεημοσύνη ἐξαγοράζέτω σε ἀπὸ τῆς ἁμαρτίας. Αὐτὸν γὰρ ἀνδρὸς ὁ ἴδιος αὐτοῦ πλοῦτος. Πολλοὺς ἐργάσασαν τῶν θλιβομένων εἰς τὴν κοινωνίαν τῆς προσευχῆς, εἰ ἄρα σοι ἀφεθήσεται ἡ ἐπίνοια τῆς κακίας. Ὅτε ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πειν, καὶ ἀνέστησαν παίζειν· (ἢ δὲ παιδία αὐτῶν εἰδωλολατρεία ἦν·) τότε οἱ Λευῖται, κατὰ τῶν ἀδελφῶν ἐαυτῶν ἐξοπλίσαντες, εἰς ἱερουσίαν τὰς χεῖρας ἐαυτῶν