Ancient Greek
447.2
Basilius Theol., Prologus 5 (Sermo Asceticus) [Dub.] 447.2
Unproofread scanNot analysed yet
3. Ἐπειδή δὲ χρή καὶ περὶ τῶν καθ’ ἕκαστον ἀκριβῶς διελέσθαι, ἀναγκαῖον ἂν εἴη δι’ ὀλίγων καταλιπεῖν καὶ περὶ τούτων ὑπόμνημα. Οἱ χωρισθέντες τοῦ κοινοῦ βίου, καὶ πρὸς τὴν θειοτέραν ζωὴν ἑαυτοὺς ἀσχοῦντες, μὴ ἐφ’ ἑαυτῶν (47), μηδὲ καταμόνας ἀσκήσθωσαν. Ἐμμάρτυρον γὰρ εἶναι προτίχει τὸν τοιούτων βίον, ὡς ἐκ ἑκτὸς εἶναι πονηρᾶς ὑποψίας. Καὶ ὡσπερ ὁ πνευματικὸς νόμος οὐκ ἐλάττονας εἶναι τῶν δέκα (48) βούλεται τοὺς τὸ μυστικὸν πάσχα ἐσθίοντας· οὕτως χρή ἐνταῦθα πλεονάζειν μᾶλλον ἢ ἐλαττοῦσθαι τὴν δεκάδα τῶν τὴν πνευματικὴν πολιτείαν συνασχομένων (49). Ἀρχηγὸς εἰς τῆς εὐσχηματότητος τοῦ βίου προκαθεζέσθω, ἐν δοκιμασίᾳ βίου καὶ ἠθους καὶ πάσης κοσμίας ἀναστροφῆς τῶν λοιπῶν