Ancient Greek
448.1
Basilius Theol., Prologus 5 (Sermo Asceticus) [Dub.] 448.1
Unproofread scanNot analysed yet
προκριθεὶς, συμπαραλαμβανομένης καὶ τῆς κατὰ τὸν χρόνον ἡλικίας πρὸς τὴν προτίμησιν. Αἰδεσιμώτερον γὰρ πως ἐν τῇ φύσει τῶν ἀνθρώπων τὸ γεραριώτερον (50). Οὗτος δὲ τοσαύτην ἔχουσαν ἐκείνω, ἔχουσις τῆς ἀδελφότητος ἐν εὐπειθείᾳ μόνον καὶ ταπεινοφροσύνῃ ὑπακούουσης, ὥστε μὴ ἐξεῖναι μηδενὶ τῶν κατὰ τὴν συνοδίαν ἀντιδιδάσκειν τῇ βουλῇ· ματι αὐτοῦ, ἐν οἷς ὑφρηγεῖται αὶ τῶν εἰς εὐχρημοσύνην τε καὶ ἀχρείαν βίου συμβαλλομένων. Ἄλλ’ ὥσπερ φησιν ὁ Ἀπόστολος, ταῖς ὑπὸ τοῦ Θεοῦ τεταγμέναις ἐξουσίαις μὴ ἀντιτάσσεσθαι (χρεινεῖν γὰρ τοὺς ἀντιτασσομένους τῇ τοῦ Θεοῦ διαταγῇ)· οὕτω καὶ ἐνταῦθα πεπεισθαι προσήκει τὴν λοιπὴν ἀδελφότητα, μὴ κατὰ τὸ αὐτόματον, ἀλλὰ κατὰ τὴν Θείαν βούλησιν, τὴν τοιαύτην ἐξουσίαν αἱ ἐπιστάτοῦντι· δεδοθῆναι, ὥστε ἀνεμπόδιστον γίνεσθαι τὴν κατὰ Θεὸν προκοπὴν, τοῦ μὲν ὑποτιθεμένου πᾶν ὅσον ψυχῶφελές τε καὶ χρήσιμον, τῶν δὲ ἐν εὐπειθείᾳ τὰς ἀθὰς συμβουλίαις δεχομένων. Ἐπεὶ οὖν προσήκει παντὶ τρόπῳ τῷ προεστῶτι εὐπειθῆ τε καὶ ὑποχείριον εἶναι τὴν συνοδίαν, πρὸ πάντων (51) ἀναγκαῖόν ἐστι τοιούτων ἐκλέγεσθαι τὸν καθηγούμενον τῆς πολιτείας ταύτης, ὡς παντὸς ἀγαθοῦ ὑπόδειγμα τοῖς πρὸς αὐτὸν ἀποβλέπουσι τὸν ἐκείνου γίνεσθαι βίον· καὶ, ὡς φησιν ὁ Ἀπόστολος, νηφάλιον, σώφρονα, κόσμιον, διδακτικόν. Οὕτω μοι δοκεῖ δεῖν καὶ τὸν τοῦτον ζητεῖν βίον, μὴ μόνον εἰ τῷ χρόνῳ τὸ γηραῖον ἔχοιεν (ἐστὶ γὰρ καὶ ἐν πολλῇ καὶ βυθίᾳ νεωτερίζειν κατὰ τὸ ἦθος)· ἀλλὰ πρῶτον μὲν, εἰ τὸ ἦθος καὶ ὁ τρόπος διὰ κοσμιότητος πεπολιώται, ὥστε πᾶν τὸ παρ’ αὐτοῦ λεγόμενον τε καὶ γινόμενον ἀντὶ νόμου καὶ κανόνος τῇ συνοδίᾳ γίνεσθαι. Ἐπὶνοια δὲ τροφῆς πρέπει τοῖς ἐν τῷ τοιούτῳ βίῳ διέγουσιν, ἣν ὁ Ἀπόστολος ὑποτίθεσι, ἵνα ἐργαζόμενοι ταῖς χερσὶν εὐσχημόνως τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι (52). Διατιθεσθαι δὲ προσήκει τὴν ἐργασίαν ἐπὶ τινὸς πρεσβύτου, ἐπὶ σεμνότητι βίου μαρτυρουμένου, ὃς καταλλάξει τὰ ἔργα τῶν χειρῶν αὐτῶν πρὸς τὰς ἐπιζητουμένας χρείας, ὥστε καὶ τὴν ἐντολὴν κατορθοῦσθαι τὴν κελεύουσαν ἐν ἰδρώτι καὶ πόνῳ τὴν τροφὴν πορίζειν, καὶ εὐσχημοσύνη ἀνεπίλπτον καὶ ἄμωμον μένειν, ἐν τῷ μηδεμιᾶν αὐτοῖς ἀνάγκην ἐγγίνεσθαι, διὰ τὴν τοῦ βίου χρείαν δημοσιεύεσθαι. Ἐγχατεῖται δὲ ὁ κάλλιστος ὅρος καὶ κανὼν οὗτος ἔστω, το μήτε πρὸς τρυφήν, μήτε πρὸς κακοπάθειαν τῆς σαρκὸς (53) βλέπειν, ἀλλὰ μεῖζον ἐν ἑκατέρῳ τὴν ἀμετρίαν, ἵνα μήτε πολυσαρκούσα ταράσσεται, μήτε, νοσώδης γενομένη, ἀδυνατῇ πρὸς τὴν τῶν ἐντολῶν ἐργασίαν. Ἵση γὰρ ἐξ ἑκατέρου ἡ βλάβη τῇ ψυχῇ προσγίνεται, καὶ τὸ (54) ἀνωπτακτὸν εἶναι τὴν σάρκα, δι’ εὐξείας ἀποσκιρτῶσαν εἰς ἀτόπους ὁρμὰς, καὶ ὅταν πάρειδὸς τε καὶ ἐκλελυμένη καὶ ἀκίνητος ὑπὸ ἀλγηδόνων συνέχεται. Οὗ