Ancient Greek
361.12
Basilius Theol., Regulae Morales 361.12
Unproofread scanNot analysed yet
#β Κεφάλ. ΙΩΑΝΝΗΣ. Ὁ ἔχων τὰς ἐντολὰς μου, καὶ τη- A ρὸν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. Ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ. Ἐὰν τὰς ἐντολὰς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρὸς μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. ΠΡΟΣ ΡΩΜ. Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ λιμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα; Καθὼς γέγραπται· Ὅτι ἕνεκα σοῦ θανατούμεθα πᾶσαν ἡμέραν (69), ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς, καὶ τὰ ἔξης.