Ancient Greek
361.7 to 361.11
Basilius Theol., Regulae Morales 361.7-11
Unproofread scanNot analysed yet
#ΟΡΟΣ Γ. Ὅτι πρώτη καὶ μεγάλη ἐντολὴ ἐν τῷ νόμῳ ὑπὸ τοῦ C Κυρίου ἐμαρτυρήθη, ἀγαπᾶν τὸν Θεὸν ἐξ ὅλης τῆς καρδίας · καὶ δευτέρα, ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτόν. #α Κεφάλ. ΜΑΤΘΑΙΟΣ. Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· Ἀγαπήσεις Κύριον τὸν Θεὸν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Αὕτη ἐστὶν ἡ πρώτη καὶ μεγάλη ἐντολή· δευτέρα δὲ ὁμοία, αὕτη (67)· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Ὅτι Εἰςχὸς τοῦ μὴ ἀγαπᾶν τὸν Θεόν, καὶ τὸν Χριστὸν αὐτοῦ, τὸ, τὰς ἐντολὰς αὐτοῦ μὴ τηρεῖν · ἀπόδειξις δὲ τοῦ ἀγαπᾶν, ἡ τήρησις τῶν ἐντολῶν D τοῦ Χριστοῦ, ἐν ὑπομονῇ (68) τῶν αὐτοῦ παθημάτων μέχρι θανάτου.