Ancient Greek
362.8
Basilius Theol., Regulae Morales 362.8
Unproofread scanNot analysed yet
#Κεφάλ. δ. ΜΑΘΘΑΙΟΣ. Ἠκούσατε, ὅτι ἐρρέθη τοῖς ἀρχαίοις· Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου. Ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν· Καὶ μετ’ ὀλίγα· Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὡσπερ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. ΙΩΑΝΝΗΣ. Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν (71). Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, Ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Μεῖζον ταύτης ἀγάπην οὐδεὶς ἔχει, Ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. ΛΟΥΚΑΣ. Καὶ ἔσεσθε υἱοὶ τοῦ Ὑψίστου, ὅτι αὐτὸς χρηστὸς ἐστὶν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν. ΠΡΟΣ ΡΩΜ. Συνίστησι δὲ τὴν καυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς. ὅτι, ἐτι ἁμαρτωλῶν ἡμῶν ὄντων, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν. ΠΡΟΣ ΕΦΕΣ. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγά-