Ancient Greek
364.1
Basilius Theol., Regulae Morales 364.1
Unproofread scanNot analysed yet
#Κεφάλ. α'. ΜΑΤΘΑΙΟΣ. Ὁ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὁ εἰς τὸ ὦς ἠκούσατε, κηρύξατε ἐπὶ τῶν δωμάτων. Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυνάμενων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γέεννᾳ. Πᾶς οὖν, ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἐμπροσθέν τῶν ἀνθρώπων, ὁμολογήσω καγὼ ἐν αὐτῷ ἐμπροσθέν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. ΛΟΥΚΑΣ. Ὁς γὰρ ἂν ἐπαισχύνη με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνηθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ, καὶ τοῦ Πατρός, καὶ τῶν ἁγίων ἀγγέλων. ΠΡΟΣ ΤΙΜ. β'. Μὴ οὖν ἐπαισχύνης τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, B μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ, ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ.