Ancient Greek
365.2 to 365.6
Basilius Theol., Regulae Morales 365.2-6
Unproofread scanNot analysed yet
Ὅτι ὁ ἐπὶ τοῖς ἐλάττοσι (82) μὴ πιστεύων τῷ Κυρίῳ δηλὸς ἐστὶ πολὺ πρότερον ἐπὶ τοῖς μείζοσι ἀπίστων. Κεφάλ. Β’. ΙΩΑΝΝΗΣ. Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; ΛΟΥΚΑΣ. Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστὸς ἐστι· καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν. Ὅτι οὐ χρή λογισμοῖς ἰδίοις στηρίζεσθαι ἐπὶ ἀθετησεὶ τῶν ὑπὸ τοῦ Κυρίου λεγομένων· ἀξιωσιώτερα δὲ εἰδάναι τῆς ἰδίας πληροφορίας τὰ τοῦ Κυρίου ῥήματα. Κεφάλ. Γ’. ΜΑΘΘΑΙΟΣ. Τότες λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ. Ἀποκριθεὶς δὲ ὁ Πέτρος, εἶπεν αὐτῷ·