Ancient Greek
366.1
Basilius Theol., Regulae Morales 366.1
Unproofread scanNot analysed yet
Καὶ εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι. Ἔφη αὐτῷ ὁ Ἰησοῦς Ἀμὴν λέγω σοί, ἐν ταύτῃ τῇ νυκτί, πρὶν ἀλέκτορα φωνῆσαι, τρίς ἀπαρνήσῃ με. . . . Οὕτως δὲ γενομένων, ἀνέκειτο μετὰ τῶν δώδεκα μαθητῶν καὶ ἐσθιόντων αὐτῶν, λέγει αὐτοῖς Λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ λυπούμενοι σφόδρα, ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν· Μὴ ἐγώ εἰμι, Κύριε; ΠΡΑΞΕΙΣ. Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· Ἀναστὰς, Πέτρε, θύσον, καὶ φάγε. Ὁ δὲ Πέτρος εἶπε (85)· Μὴδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον. Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· Ἃ δὲ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. ΠΡΟΣ ΚΟΡ. β'. Λογισμοὺς καθαίρουντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ (84), καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.