Ancient Greek
367.5
Basilius Theol., Regulae Morales 367.5
Unproofread scanNot analysed yet
Ὅτι δεῖ ἐπερωτωμένῳ φροντίζειν (90) ἀξιολόγως ἀποκρινεσθαι. Κεφάλ. Δ'. ΛΟΥΚΑΣ. Καὶ ἰδοὺ, νομικὸς τις ἀνέστη ἐκπειράζων αὐτόν, καὶ λέγων· Διδάσκαλε, τί ποιήσας, ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις Κύριον τὸν Θεὸν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, C καὶ τὸν πλησίον σου ὡς ἐαυτόν. Εἶπε δὲ πρὸς αὐτόν· Ὀρθῶς ἀπεκρίθης. Τοῦτο ποίει, καὶ ζήση. ΠΡΟΣ ΚΟΛΟΣΣ. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἄλιτι ἁρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἐνὶ ἑκάστῳ ἀποκρινεσθαι.