Ancient Greek
367.8 to 368.1
Basilius Theol., Regulae Morales 367.8-368.1
Unproofread scanNot analysed yet
Ὅτι χειρὸν μὲν (91) τὸ κρίμα τῶν συνέντων, καὶ μὴ ποιούντων· οὐτε δὲ τὸ κατὰ ἀγνοίαν ἀμαρτάνειν ἀκίνδυνον. Κεφάλ. Ε'. ΛΟΥΚΑΣ. Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνούς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ἐτοιμάσας, μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς. Ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, D δαρήσεται ὀλίγας. ΟΡΟΣ Γ'. Ὅτι τέλος ἁμαρτίας θάνατος. Κεφάλ. Α'. ΙΩΑΝΝΗΣ. Ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ἔσται τῇ ζωῇ, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν. ΠΡΟΣ ΡΩΜ. Ὅτι γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. Τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; Τὸ μὲν γὰρ τέλος ἐκείνων θάνατος. Καὶ μετ' ὀλίγα· Τὰ γὰρ ὀφείλα τῆς ἁμαρτίας θάνατος. . . Τὸ δὲ κέρτρον τοῦ θανάτου ἡ ἁμαρτία.