Ancient Greek
368.5
Basilius Theol., Regulae Morales 368.5
Unproofread scanNot analysed yet
ΟΡΟΣ ΙΑ. Ὅτι οὐ δεῖ καταφρονεῖν κριμάτων Θεοῦ, ἀλλὰ φοβεῖσθαι, κἂν μὴ παραυτίκα τὴν ἀνταπόδοσιν ἔχῃ. Κεφάλ. Α'. ΜΑΘΘΑΙΟΣ. Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γέεννῃ. ΛΟΥΚΑΣ. Εἰ δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ κύριός μου ἔρχεσθαι· καὶ ἀρξεται τύπτειν τοὺς παῖδας καὶ τὰς παῖδίσκας, ἐσθίειν τε (92) καὶ πίνειν, καὶ μεθύσκεσθαι· ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾧ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾧ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. ΙΩΑΝΝΗΣ. Ἴδε, ὦνῆς (93) γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χειρόν τί σοι γένηται (94). ΠΡΟΣ ΕΦΕΣ. Μηδεὶς ὑμᾶς ἀπατᾷ κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.