Ancient Greek
368.2
Basilius Theol., Regulae Morales 368.2
Unproofread scanNot analysed yet
Ὅτι τέλος ἐντολῆς Θεοῦ ζωὴ αἰώνιος. Κεφάλ. Β'. ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅστις τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. —Ἀλλ' ὁ πέμψας με Πατὴρ, αὐτὸς μοι ἐντολὴν ἔδωκε, τί εἴπω, καὶ τί λαλῶσω, καὶ οἶδα, ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιος ἐστίν. ΠΡΟΣ ΡΩΜ. Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἀγιασμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.