Ancient Greek
369.1
Basilius Theol., Regulae Morales 369.1
Unproofread scanNot analysed yet
τοὺς Γαλιλαίους ἐτέροντο, ὅτι τοιαῦτα πεπόνθασιν· Οὐχί, λέγω ὑμῖν· ἀλλ' ἐὰν μὴ μετανοήτε (96), πάντες ὡσαύτως ἀπολεῖσθε. Ἡ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτώ, ἐφ' οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωάμ, καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε, ὅτι οὕτω ὀφειλέται ἦσαν τοῖς πᾶσιν τοῖς ἀνθρώποις τοῖς κατοικοῦσιν ἐν Ἱερουσαλήμ; Οὐχί, λέγω ὑμῖν· ἀλλ' ἐὰν μὴ μετανοήτε, πάντες ὡσαύτως ἀπολεῖσθε. ΠΡΑΞΕΙΣ. Ἀκούσων δὲ Ἀνανίας τούς λόγους τούτους, πεσὼν ἐξέψυξεν. Καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. ΠΡΟΣ ΚΟΡ. α'. Μὴδὲ γοργύετε, καθάπερ τινὲς αὐτῶν ἐγόργυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Ταῦτα δὲ τύποι συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰῶνων κατήντησεν.