Ancient Greek
369.2
Basilius Theol., Regulae Morales 369.2
Unproofread scanNot analysed yet
Ὅτι καὶ αὐτοῖς τοῖς τῆς κακίας ἔργοις πρὸς τιμωρίαν πολλάκις παραδίδεται τις διὰ προϋπάρχουσαν ἀσέβειαν. Κεφάλ. Δ' ΠΡΟΣ ΡΩΜ. Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα. ΠΡΟΣ ΘΕΣΣ. β'. Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτούς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει.