Ancient Greek
369.5
Basilius Theol., Regulae Morales 369.5
Unproofread scanNot analysed yet
Ὅτι οὐχὶ πλῆθος ἁμαρτωλῶν δυσπατεῖ τὸν Θεόν, ἀλλ' ὁ εὐαρεστὼν αὐτῷ, χἂν ἀνὴρ τυγχάνῃ (97), χἂν γυνή. Κεφάλ. Ε' ΛΟΥΚΑΣ. Ἐν ἀληθείας λέγω ὑμῖν, ὅτι πολλάκις χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη (98) ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μήνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας, εἰ μὴ εἰς Σαραφθα τῆς Σιδῶνος πρὸς χῆραν χήραν (99). ΠΡΟΣ ΚΟΡ. α'. Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πᾶμα πνευματικὸν ἔπιον· ἔπιον γὰρ ἐκ πνευματικῆς ἀκολουθοῦσας πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ἄλλ' οὐκ ἐν τοῖς πλείστοις αὐτῶν εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.