Ancient Greek
380.22
Basilius Theol., Regulae Morales 380.22
Unproofread scanNot analysed yet
diam. τῶν ἀγαθῶν, ἐντροπὴν δὲ τῶν πονηρῶν. τοῖς ἀποφθέγγεσθαι. . . Ἐξίσταντο δὲ πάντες, καὶ λέγω δὲ ὑμῖν. Κεφάλ. Β. ΜΑΤΘΑΙΟΣ. Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δὲ εἰσὶ λύκοι ἄρπαγες. Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλήν, ἢ ἀπὸ τριβόλων σύκα ; Οὕτω πᾶν δένδρον ἀγαθὸν καρπούς καλοὺς ποιεῖ· τὸ δὲ σαπρὸν δένδρον (54) καρπούς πονηροὺς ποιεῖ, καὶ τὰ ἕξης. ΛΟΥΚΑΣ. Καὶ ἐγὼνύζον οἱ γραμματεῖς αὐτοῦ καὶ οἱ Φαρισαῖοι, πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· Διὰ τί μετὰ τελωνῶν (55) καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε ; Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. ΠΡΟΣ ΤΙΜ. β'. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις. Ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, εἰ μὴ νομίμως ἀθλήσῃ.