Ancient Greek
381.3 to 382.4
Basilius Theol., Regulae Morales 381.3-382.4
Unproofread scanNot analysed yet
ΟΠΟΣ ΚΖ. Ὅτι οὐ δεῖ τοῖς ἀλλοτρίοις τῆς τοῦ Κυρίου διδασκαλίας (56) ἐξομοιοῦσθαι· μιμεῖσθαι δὲ τὸν Θεὸν καὶ τοὺς ἁγίους αὐτοῦ κατὰ τὴν δοθεῖσαν ἡμῖν παρ' αὐτοῦ δύναμιν (57). Κεφάλ. Α. ΜΑΤΘΑΙΟΣ. Οἴδατε, ὅτι οἱ ἄρχοντες τῶν ἔθνων κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. Οὐχ οὕτως ἔσται ἐν ὑμῖν· ἀλλ' ὃς ἂν θέλῃ ἐν ὑμῖν γενέσθαι πρῶτος (58), ἔσται ὑμῶν διάκονος· καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν πρῶτος Ἄ εἰναι, ἔσται ὑμῶν δοῦλος· ὡςπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. ΠΡΟΣ ΡΩΜ. Μὴ σχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοῦς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ. ΠΡΟΣ ΚΟΡ. α'. Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. ΟΡΟΣ ΚΗ. "Ὅτι οὐ δεῖ ἀπλῶς, οὐδὲ ἀνεξετάστως ὑπὸ τῶν ὁποκρινομένων τὴν ἀλήθειαν συναρπάζεσθαι· ἀπὸ δὲ τοῦ δεδομένου ἡμῖν παρὰ τῆς Γραφῆς χαρακτῆρος γνωρίζειν ἕκαστον. Κεφάλ. Α'. ΜΑΤΘΑΙΟΣ. Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δὲ εἰσὶ λύκοι ἄρπαγες. Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. ΙΩΑΝΝ. Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. ΠΡΟΣ ΚΟΡ. α'. Διὸ γνωρίζω ὑμῖν, ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν.