Ancient Greek
382.14 to 383.3
Basilius Theol., Regulae Morales 382.14-383.3
Unproofread scanNot analysed yet
"Ὅτι τὸ ἐπωνομαζόμενον τῷ Θεῷ μέχρι τότε ὡς ἅγιον τιμᾶν δεῖ, μέχρις ἂν τοῦ τοῦ Θεοῦ (60) θελήμα φυλάσσεται ἐπ' αὐτῷ. #Κεφάλ. Β' ΜΑΤΘΑΙΟΣ. Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὧν τρόπον ὄρνις ἐπισυνάγει (61) τὰ νοσσῶντα αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. #ΟΡΟΣ ΔΑ' Ὅτι οὐ δεῖ τὰ τοῖς ἀνακειμένοις τῷ Θεῷ ἀφωρισμένα εἰς ἑτέρους ἀναλαβεῖν, εἰ μὴ τι ἂν, ἐκ τοῦ περισσεύματος.