Ancient Greek
382.10
Basilius Theol., Regulae Morales 382.10
Unproofread scanNot analysed yet
ΟΡΟΣ Λ. "Ὅτι οὐ δεῖ τὰ ἅγια τῇ ἐπιμείξει τῶν πρὸς τὴν κοινὴν χρείαν καθυβρίζειν. Κεφάλ. Α'. ΜΑΤΘΑΙΟΣ. Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ, καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς· καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον ληστῶν. ΠΡΟΣ ΚΟΡ. α'. Μὴ γὰρ οἴκους οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύννετε τοὺς μὴ ἔχοντας; Εἰ δὲ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε.