Ancient Greek
388.1 to 388.41
Basilius Theol., Regulae Morales 388.1-41
Unproofread scanNot analysed yet
χρεία ἡ ἐνὸς. (84) Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ,ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς (85). Α οὐν αὐτῇ, ἵνα μοι συναντιλάβῃται. Ἀποκριδὲς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ὀλίγων δὲ ἐστι ΑΘ ΟΠΟΣ ΑΘ. "Οτι οὐ δεῖ εὐμετάθετον εἶναι, ἀλλὰ ἑδραῖον ἐν τῇ πίστει, καὶ ἀμετάθετον ἀπὸ τῶν ἐν Κυρίῳ καλῶν. A' Κεφάλ. Α'. ΜΑΘΑΙΟΣ. Ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρεὶς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν. Οὐχ ἔχει δὲ ρίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστιν· γενομένης δὲ (86) διώξεως ἢ θλίψεως διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζεται. ΠΡΟΣ ΚΟΡ. α'. Ἅστε, ἀδελφοί μου, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε. ΠΡΟΣ ΓΑΛΑΤ. Θαυμάζω, ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς (87) ἐν χάριτι Χριστοῦ εἰς ἕτερον Εὐαγγέλιον. M ΟΠΟΣ Μ. "Οτι οὐ δεῖ ἐτεροδιδασκαλούντων ἀνέχεσθαι, κἂν σηματίζωνται (88) πρὸς ἀπάτην ἢ ἐλεγχον τῶν ἀδελφῶν. A' Κεφάλ. Α'. ΜΑΘΑΙΟΣ. Βλέπετε μὴ τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, ὅτι Ἐγώ εἰμι ὁ Χριστός· καὶ πολλοὺς πλανήσουσιν. ΛΟΥΚΑΣ. Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλοῦντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δεῖπνοις· οἱ καταφάγουσι τὰς οἰκίας τῶν χηρῶν, καὶ προσάσει μακρὰ (89) προσεύχονται. Οὗτοι λήψονται περισσοτέραν κρίμα. ΠΡΟΣ ΓΑΛ. Ἄλλὰ καὶ ἐὰν ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν, παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. Ὡς προειρήκαμεν (90), καὶ ἄρτι πάλιν λέγω· Εἰ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. MA ΟΠΟΣ ΜΑ. "Οτι δεῖ πᾶν τὸ σκανδαλίζον ἐκκόπτεσθαι, κἂν οἰκείοτατόν τι καὶ ἀναγκαϊστάτον εἶναι δοκῇ (91).