Ancient Greek
388.46
Basilius Theol., Regulae Morales 388.46
Unproofread scanNot analysed yet
σηματίζονται. Κεφάλ. Α'. ΜΑΤΘΑΙΟΣ. Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ τὸ σκάνδαλον ἔρχεται· Εἰ δὲ ὁ πούς σου ἢ ἡ χεὶρ σου σκανδαλίζει σε, ἔκκοψον αὐτήν, καὶ βάλε ἀπὸ σοῦ. Καλὸν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν, ἢ κυλλόν, ἢ δύο πόδας ἢ δύο χεῖρας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. Καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτόν, καὶ βάλε ἀπὸ σοῦ.