Ancient Greek
389.14 to 390.38
Basilius Theol., Regulae Morales 389.14-390.38
Unproofread scanNot analysed yet
Ὅτι ὡς ὁ νόμος τὸ ἐκ μέρους, οὕτω τὸ Εὐαγγέλιον τὸ διόληρον ἐφ' ἑκάστῳ τῶν κατορθουμένων ἐπιζητεῖ. Κεφάλ. Β'. ΛΟΥΚΑΣ. Πάντα ὅσα ἔχεις πώλησον, καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ Δεῦρο, ἀκολουθεῖ μοι. ΠΡΟΣ ΚΟΛ. Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῃ ἐν τῇ ἀπεκθύν- σει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ. "Οτι ἀδύνατον καταξιωθῆναι βασιλείας οὐρανῶν τοὺς μὴ πλείονα τῆς ἐν τῷ νόμῳ τὴν κατὰ τὸ Εὐαγγέλιον δικαιοσύνην ἐπιδεικνυμένους. Κεφάλ. Γ. ΜΑΤΘΑΙΟΣ. Ἐὰν μὴ περισσεύῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσελθῆτε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ΠΡΟΣ ΦΙΛΙΠΠ. Εἰ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον, περιτομῇ (91) ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γε- νημένος ἀμεμπτος. Ἄλλ' αὐτὰ ἦν μοι κέρδη, ταῦτα ἡγήμην διὰ τὸν Χριστὸν ζημίαν. Ἄλλὰ μὲν οὖν καὶ ἡγοῦμαι ζημίαν πάντα εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δι' ὃν τὰ πάντα ἐξημώθην, καὶ ἡγοῦμαι σκόβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου (95), ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην. ΟΡΟΣ ΜΑ'. "Οτι ὁ ζυγὸς τοῦ Χριστοῦ χρηστὸς, καὶ τὸ φορτίον αὐτοῦ ἐλαφρὸν ἐστὶν εἰς ἀνάπαυσιν τῶν καταδεχομένων· πάντα δὲ τὰ ἀλλότρια τῆς κατὰ τὸ Εὐαγγέλιον διδασκαλίας βαρεὰ καὶ φορτικά. Κεφάλ. Α'. ΜΑΤΘΑΙΟΣ. Δεῦτε πάντες πρὸς με, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγὸν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγὸς μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστίν. ΟΡΟΣ ΜΕ'. "Οτι ἀδύνατον καταξιωθῆναι βασιλείας οὐρανῶν τοὺς μὴ παιδίων πρὸς ἄλληλα ἰσοτιμίαν ἐν ἀλλήλοις μιμουμένους. Κεφάλ. Α'. ΜΑΤΘΑΙΟΣ. Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε,