Ancient Greek
390.45 to 391.2
Basilius Theol., Regulae Morales 390.45-391.2
Unproofread scanNot analysed yet
καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσελθῆτε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. "Οτι δεῖ τὸν ἐπιθυμοῦντα μείζονος δόξης καταξιωθῆναι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν τὸ ἐνταῦθα ταπεινὸν καὶ ἔσχατον ἀγαπᾶν. Κεφάλ. Β'. ΜΑΤΘΑΙΟΣ. Ὁστις οὖν ταπεινώσει (96) ἑαυτὸν, ὡς τὸ παιδίον τοῦτο, οὗτος ἐστὶν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἄλλ' ὃς ἂν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος. ΜΑΡΚΟΣ. Καὶ ὃς ἂν θέλῃ γενέσθαι πρῶτος ὑμῶν, ἔσται πάντων δοῦλος. ΠΡΟΣ ΦΙΛΙΠΠ. Μὴδὲν κατ' ἔριδιαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγοῦμενοι ὑπερέχοντας ἑαυτῶν (97). #ΟΠΟΣ ΜΓ'. Ὅτι ἐξ ἀντιπαραθέσεως τῆς ἐπὶ τοῖς ἐλάττοσι φυλαττομένης ἀκολουθίας τὴν ἐπὶ τοῖς μείζοσι σπουδὴν ἀπαιτοῦμεθα. #Κεφάλ. Α'.