Ancient Greek
391.5
Basilius Theol., Regulae Morales 391.5
Unproofread scanNot analysed yet
ΛΟΥΚΑΣ. Ἓκαστος ὑμῶν τῷ Σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ, ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ ἀπαγάγῃ ποτίει; Ταύτην δὲ συγχατάρα Ἄβραάμ ὁσαν, ἣν ἔδησεν ὁ Σατανᾶς Ἰοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ Σαββάτου; Ἔλεγε δὲ παραβολὴν αὐτοῖς, πρὸς τὸ δεῖν πάντοτε προσευχεσθαι καὶ μὴ ἐκκλίνειν. Κριτὴς τις ἦν ἐν τινὶ πόλει, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον. Μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διὰ γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐργομένη ὑπωπιάζῃ με. Εἶπε δὲ ὁ Κύριος Ἀκούσατε, τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ Θεὸς οὐ μὴ ποιήσῃ (98) τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ, τῶν βοῶντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός; ΠΡΟΣ ΤΙΜ. β'. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.