Ancient Greek
403.6
Basilius Theol., Regulae Morales 403.6
Unproofread scanNot analysed yet
Κεφάλ. δ'. ΜΑΤΘΑΙΟΣ. Πάτερ (41) ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, καὶ τὰ ἐξῆς. ΜΑΤΘΑΙΟΣ. Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ. ΜΑΡΚΟΣ. Ὅταν στήχητε προσευχόμενοι, ἀφιέτε (42) εἰ τι ἔχετε καθ' ὑμῶν. ΠΡΟΣ ΤΙΜ. α'. Βουλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίας χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμῶν. Ὅτι δεῖ προσεύχεσθαι ὑπὲρ ἀλλήλων, καὶ ὑπὲρ τῶν προεστώτων τοῦ λόγου τῆς ἀληθείας.