Ancient Greek
403.8 to 404.3
Basilius Theol., Regulae Morales 403.8-404.3
Unproofread scanNot analysed yet
Κεφάλ. ε'. ΛΟΥΚΑΣ. Εἶπε δὲ ὁ Κύριος Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξητήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον ἐφ' ὃ δὲ ἐπεσθῆν περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. ΠΡΟΣ ΕΦΕΣ. Προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ Α ἀγρυπνοῦντες πάντοτε ἐν πᾶσῃ προσκαρτερήσει καὶ δέήσει, περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρρησίᾳ, γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ πρεσβευτὴς ἐν ἀλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι ὡς δεῖ με λαλῆσαι. ΠΡΟΣ ΘΕΣΣ. β. Τὸ λοιπὸν προσεύχεσθε περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται ἐν παντί, καθὼς καὶ πρὸς ὑμᾶς. Ὅτι δεὶ καὶ ὑπὲρ τῶν ἐχθρῶν προσεύχεσθαι. Κεφάλ. ζ'. ΜΑΤΘΑΙΟΣ. Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καὶ διωκόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς.