Ancient Greek
407.4
Basilius Theol., Regulae Morales 407.4
Unproofread scanNot analysed yet
Κεφάλ. α'. ΜΑΘΑΙΟΣ. Πᾶσα βασιλεία, μερισθεῖσα καθ' ἑαυτῆς, ἐρημοῦται (64)· καὶ πᾶσα πόλις ἢ οἰκία, μερισθεῖσα καθ' ἑαυτῆς, οὐ σταθήσεται. ΠΡΟΣ ΓΑΛ. · Εἰ δὲ ἀλλήλους δάκνετε, καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων (65) ἀναλωθῆτε. ΙΩΑΝΝΗΣ. Οὐ περὶ τούτων ἑρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἑν ὦσι, καθὼς σὺ, Πάτερ, ἐν ἐμοί, C κάτω ἐν σοί· ἵνα καὶ οὗτοι ἐν ἡμῖν ἑν ὦσι. ΠΡΑΞΕΙΣ. Τοῦ δὲ πλήθους τῶν πιστευόντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία, καὶ οὐδὲ εἰς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ' ἦν αὐτοῖς πάντα κοινά. ΠΡΟΣ ΡΩΜ. Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι πᾶσιν τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν· ἕκαστον ὡς ὁ Θεὸς ἑκάμως μέτρον πίστεως. Καθὼς γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει χρείαν· οὕτως οἱ πολλοὶ ἑν σῶμα ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθείς ἀλλήλων μέλη· ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθείσαν ἡμῖν διάφορα (66), καὶ τὰ ἕξης. ΠΡΟΣ ΚΟΡ. α'. Παρακαλῶ δὲ ὑμᾶς διὰ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ἢ ἐν ὑμῖν σχίσματα· ἥτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῦ, καὶ ἐν τῇ αὐτῇ γνώμῃ. ΠΡΟΣ ΚΟΡ. α'. Καθὼς γὰρ τὸ σῶμα ἑν ἐστι, μέλη δὲ ἔχει πολλά, πάντα δὲ τὰ μέλη τοῦ σώματος, τοῦ ἑνὸς πολλά ὄντα, ἐν ἑστὶ σῶμα· οὕτω καὶ ἐν Χριστῷ (67). Καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς