Ancient Greek
408.1 to 408.2
Basilius Theol., Regulae Morales 408.1-2
Unproofread scanNot analysed yet
πάντες εἰς ἕν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι (68), καὶ τὰ ἕξης. ΠΡΟΣ ΦΙΛΙΠΠ. Ἵνα τὸ αὐτὸ φρονῆτε πάντες, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἕν φρονῶντες, μηδὲν κατ’ ἐριθείαν, ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγοῦμενοι ὑπερέχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν ἕκαστος σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι. ΟΡΟΣ ΣΑ'. Ὅτι οὐ δεῖ ξεθουθεῖν τοὺς συνεργούντας (69) τὴν χάριν τοῦ Κυρίου, εἰς τὴν εὐτέλειαν αὐτῶν ἀροῦντας. Ἐν τούτοις γὰρ μάλιστα εὐδοκεῖ ὁ Θεός.