Ancient Greek
421.8 to 422.2
Basilius Theol., Regulae Morales 421.8-422.2
Unproofread scanNot analysed yet
Ὅτι δεῖ πάντα τὰ προστατεγμένα ὑπὸ τοῦ Κυρίου ἐν τῷ Εὐαγγελίῳ καὶ διὰ τῶν ἀποστόλων διδάσκειν τοὺς πεπιστευμένους, καὶ ὅσα τούτοις ἀκόλουθα. #Γ' Κεφάλ. ΜΑΤΘΑΙΟΣ. Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. ΠΡΑΞΕΙΣ. Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ Δ πρεσβυτέρων ἐν Ἱερουσαλήμ (37). ΠΡΟΣ ΤΙΜ. α'. Ταῦτα δίδασκε, καὶ παρακάλει. ΠΡΟΣ ΤΙΤ. Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Ὅτι ὁ πιστεύεις τὸν λόγον τῆς τοῦ Κυρίου διδασκαλίας, ἐὰν σιωπῇ τι τῶν ἀναγκαίων εἰς τὴν πρὸς Θεὸν εὐαρέστησιν, ἔνοχος ἐστὶ τοῦ αἵματος τῶν κινδυνευόντων, ἵτοι ὑπὸ (38) τῶς ἔργασίας τῶν ἀπηγορευμένων, ἢ καὶ ὑπὲρ τῆς ἐλλείψεως τῶν κατορθωθῆναι ὀφειλόντων.