Ancient Greek
422.3
Basilius Theol., Regulae Morales 422.3
Unproofread scanNot analysed yet
Κεφάλ. Ζ'. ΛΟΥΚΑΣ. Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἔχετε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσῆλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε. ΠΡΑΞΕΙΣ. Ὅς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὁ τε Σίλας καὶ ὁ Τιμόθεος, συνέχειτο τὸν λόγῳ (39) ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι τὸν Χριστὸν Ἰησοῦν. Ἀντιτασσομένων δὲ αὐτῶν, καὶ βλασφημούντων, ἐκτινάξας τὸν ἱμάτιον (40), εἶπε πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. ΠΡΑΞΕΙΣ. Διὸ μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρὸς εἰμὶ ἀπὸ τοῦ αἵματος ὑμῶν. Οὐ γὰρ ὑπεστεῖλαμὴν τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ.