Ancient Greek
422.5
Basilius Theol., Regulae Morales 422.5
Unproofread scanNot analysed yet
Ὅτι δεὶ καὶ ἐπὶ τῶν μὴ κατ' ἐπιταγὴν ὑπὸ τῆς Γραφῆς ὡρισμένων προτρέπειν ἕκαστον πρὸς τὸ χρεῖττον. Κεφάλ. Η'. ΜΑΤΘΑΙΟΣ. Εἰσὶν εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες ἐβουλεύθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες ἐβουλεύσαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν, χωρείτω. ΠΡΟΣ ΚΟΡ. α'. Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, εἶναι γὰρ ἀνθρώπῳ τὸ οὕτως εἶναι. Δέδεσαι γυναικί; μὴ ζητεῖ λύσιν. Ἀλέυσαι ἀπὸ γυναικός; μὴ ζητεῖ γυναῖκα, καὶ τὰ ἕξης.