Ancient Greek
423.4
Basilius Theol., Regulae Morales 423.4
Unproofread scanNot analysed yet
#IA. Κεφάλ. ΜΑΤΘΑΙΟΣ. Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. Ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τινὶ ἀλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθῆναι ἔξω, καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. ΙΩΑΝΝΗΣ. Πᾶν ὁ δέδωκί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἔρχομενον πρὸς με οὐ μὴ ἐκβάλω ἔξω. Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Τοῦτο δὲ ἐστὶ τὸ θέλημα τοῦ πέμψαντός με (45), ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον. ΠΡΟΣ ΘΕΣΣ. α’. Τίς γὰρ ἡμῶν ἐλπίς, ἡ χαρὰ, ἡ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς ἐμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ αὐτοῦ παρουσία; Ὑμεῖς γὰρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.