Ancient Greek
423.6
Basilius Theol., Regulae Morales 423.6
Unproofread scanNot analysed yet
Ὅτι δεῖ τὸν προεστῶτα τοῦ λόγου περιάγειν τὰς κώμας καὶ τὰς πόλεις πάσας τὰς ἐγχειρισμένας αὐτῷ. #IB. Κεφάλ. ΜΑΤΘΑΙΟΣ. Καὶ περιῆγεν ὁλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς, καὶ κηρύσσων τὸ Εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. ΛΟΥΚΑΣ. Καὶ αὐτὸς διέδεν (46) κατὰ πόλιν καὶ κώμην κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ εὐαγγελιζόμενος· καὶ οἱ δώδεκα σὺν αὐτῷ.