Ancient Greek
433.1
Basilius Theol., Regulae Morales 433.1
Unproofread scanNot analysed yet
λέγειν, ὡς ὁφειλόντα καὶ ὑπ' αὐτῶν τῶν πεπι-στευμένων αὐτῷ δοκιμάζεσθαι τε καὶ μαρτυ-ρεῖσθαι. Κεφάλ. α'. ΠΡΑΞΕΙΣ. Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέ-ρας, ἀφ' ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ' ὑμῶν τὸν πάντα χρόνον ἑτερόμην, δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης, καὶ πολλῶν δακρύων καὶ πειρασμῶν. Καὶ μετ' ὀλίγα· Ἀργυρίου, ἢ χρυσίου, ἢ ἱματισμοῦ οὐδενὸς ἐκ-εδήμησα. Αὐτοὶ γινώσκετε, ὅτι ταῖς χερσίν μου καὶ τοῖς οὕσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὐταί. ΠΡΟΣ ΘΕΣΣ. α'. Ὑμεῖς μάρτυρες, καὶ ὁ Θεός, ὡς ὁσίως, καὶ δικαίως, καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐνεργήθημεν, καθάπερ ὑμεῖς οἴδατε.