Ancient Greek
433.4
Basilius Theol., Regulae Morales 433.4
Unproofread scanNot analysed yet
ΟΡΟΣ ΟΑ'. Ὅσα κατὰ συνάφειαν εἴρηται περὶ ἐπισκόπων καὶ πρεσβυτέρων. Κεφάλ. α'. ΠΡΟΣ ΤΙΜ. α'. Εἰ τις ἐπισκοπὴν ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. Ἀλλὰ δεῖ τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, καὶ τὰ ἕξης. ΠΡΟΣ ΤΙΜ. α'. Πρεσβυτέρῳ μὴ ἐπιτιλῆξῃς, ἀλλὰ παρακάλεῖς ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς, πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφάς, ἐν πάσῃ ἀγνείᾳ. ΠΡΟΣ ΤΙΜ. β'. Τὰς δὲ νεωτερικὰς ἐπι-θυμίας φεύγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας. Τὰς μωρὰς καὶἀπαίδευτους ζητήσεις παραίτου, εἰδὼς, ὅτι γεν-νῶσι μάχας. Δοῦλος δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἡπιον εἶναι πρὸς πάντας, καὶ τὰ ἕξης. ΠΡΟΣ ΤΙΜ. β'. Σὺ δὲ παρακολούθησέ μου τῇ πίστει, τῇ διδασκαλίᾳ, τῇ ἀνωχή, τῇ προθέσει, τῇ ὑπομονῇ, τοῖς διωμοῖς, τοῖς παθήμασιν. ΠΡΟΣ ΤΙΤ. Τοῦτον χῶριν κατέλιπόν (86) σε ἐν Κρήτῃ, ἵνα τὰ λειπόμενα ἐπιδιορθώσῃς, καὶ κατα-στήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγὼ σοι διεταξάμην, εἰ τις ἐστὶν ἀνέγκλητος, καὶ τὰ ἕξης.