Ancient Greek
434.3
Basilius Theol., Regulae Morales 434.3
Unproofread scanNot analysed yet
Κεφάλ. α'. ΜΑΤΘΑΙΟΣ. Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ τὸ σκάνδαλον ἔρχεται. Καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελαι αὐτόν· ὁμοίως καὶ περὶ χειρὸς καὶ ποδός. ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω ὑμῖν· ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἄλλοχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής. Καὶ μετ' ὀλίγα· Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν (89), ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν. ΠΡΟΣ ΓΑΛ. Ἀλλὰ καὶ διὰ ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. ΠΡΟΣ ΘΕΟΣ. α'. Προφητείας μὴ ἐξουθερεῖτε. Πάντα δοκιμάζετε (90)· τὸ καλὸν κατέχετε. Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.