Ancient Greek
434.5 to 435.11
Basilius Theol., Regulae Morales 434.5-435.11
Unproofread scanNot analysed yet
"Ὅτι δεῖ τοὺς μὴ πολλὴν ἔχοντας τὴν τῶν Γραφῶν γνῶσιν, ἐν τοῖς καρποῖς τοῦ Πνεύματος γνωρίζειν τὸν χαρακτῆρα τῶν ἁγίων· καὶ τοὺς μὲν τοιούτους ὑποδεξασθαι, τοὺς δὲ ἄλλως ἔχοντας ἀποστρέφεσθαι. Κεφάλ. β'. ΜΑΤΘΑΙΟΣ. Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἐσώθεν δὲ εἰσὶ λύκοι ἄρπαγες. Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. ΠΡΟΣ ΦΙΛΙΠΠ. Συμμημπεταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμῶν. "Ὅτι δεῖ τὸν ὀρθοτομοῦντον τὸν λόγον τῆς ἀληθείας οὕτως ἀνέχεσθαι, ὡς τοῦ (91) Κυρίου, εἰς δόξαν αὐτοῦ τοῦ ἀποστείλαντος Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Κεφάλ. γ'. ΜΑΤΘΑΙΟΣ. Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται. ΙΩΑΝ. Ὁ λαμβάνων ἕαν τινὰ πέμψω, ἐμὲ λαμβάνει. ΛΟΥΚΑΣ. Ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει. ΠΡΟΣ ΓΑΛ. Καὶ τὸν πειρασμόν, τὸν ἐν τῇ σαρκί μου, οὐκ ἐξουθερήσατε, οὐδὲ ἐξεπτύσατε, ἀλλ' ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν. "Ὅτι οἱ ἀπειθοῦντες τοῖς παρὰ τοῦ Κυρίου ἀποστελλομένοις, τὴν ἀτιμίαν οὐ μέχρι τούτων ἰστῶσιν, ἀλλὰ ἀνάγουσιν ἐπὶ τὸν ἀποστείλαντα, καὶ χεῖμα ἑαυτοῖς χειρὸν τῶν ἐν Σοδόμοις καὶ Γομορρῶις ἐπισπῶνται. Κεφάλ. δ'. ΜΑΤΘΑΙΟΣ. Καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τῶν λόγων ὑμῶν, ἐξερχόμενοι τῆς πόλεως ἢ τῆς οἰκίας ἐκείνης, ἐκτινάξατε τὸν κονιοτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν λέγω ὑμῖν, ἄνεκτότερον ἔσται τῇ Σοδόμων καὶ Γομορρᾶς ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ (92). ΛΟΥΚΑΣ. γαροῦν ὁ ἀθετῶν, οὐκ ἀνθρώπων ἀθετεῖ, ἀλλὰ τὸν Θεόν, τὸν καὶ δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ἡμᾶς (95). Ὅτι δεῖ τὴν διδασκαλίαν τῶν ἐντολῶν τοῦ Κυρίου οὕτως δέχεσθαι, ὡς ζωῆς αἰωνίου καὶ βασιλείας οὐρανῶν περιποιητικήν· καὶ προθύμως ἐνεργεῖν αὐτήν, χἤν ἐπίπονος εἶναι δοκῇ. Κεφάλ. ε'. ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ τὸν λόγον μου ἀκούων, καὶ πιστεύσων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν. ΠΡΑΞΕΙΣ. Εὐαγγελισάμενοι τε τῇ πόλῃ ἐκεί- B