Ancient Greek
436.11
Basilius Theol., Regulae Morales 436.11
Unproofread scanNot analysed yet
ΠΡΟΣ ΕΦΕΣ. Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν, ὡς τῷ Κυρίῳ· ὅτι ὁ ἀνὴρ κεφαλὴ ἐστὶ τῆς γυναικός, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας· καὶ αὐτὸς ἐστὶν ὁ σωτὴρ (2) τοῦ σώματος. Ἄλλ' ὡσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. ΠΡΟΣ ΤΙΤ. "Ἴνα σωφρονίζωσι τὰς νέας, φιλόανδρους εἶναι, ἀγνὰς, οἰκονόμους, ἀγαθὰς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημηθῇ.