Ancient Greek
436.2 to 436.9
Basilius Theol., Regulae Morales 436.2-9
Unproofread scanNot analysed yet
ΠΡΟΣ ΚΟΡ. α'. Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ, ἀλλ' ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρίζεσθαι· ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφίειν. "Οτι οὐκ ἔξεστι τῷ ἀπολύσαντι τὴν ἑαυτοῦ (99) γυναῖκα, γαμεῖν ἄλλην, οὐδὲ τὴν ἀπολελυμένην ἀπὸ ἀνδρὸς, ἑτέρῳ γαμεῖσθαι. Κεφάλ. β'. ΜΑΤΘΑΙΟΣ. Λέγω δὲ ὑμῖν, ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, εἰ μὴ ἐπὶ πορνείᾳ, καὶ γαμῆσῃ ἄλλην, μοιχᾶται· καὶ ὁ ἀπολελυμένην γαμῆσας, μοιχᾶται. "Οτι δεῖ τοὺς ἄνδρας ἀγαπᾶν τὰς ἑαυτῶν (1) γυναῖκας, ἀγάπῃ ἣν ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, παραδὼν ἑαυτὸν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἀγιάσῃ. Κεφάλ. γ'. ΠΡΟΣ ΕΦΕΣ. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν ἠγάπησε, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἀγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι. Καὶ μετ' ὀλίγα· Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα, καὶ τὰ ἑαυτῶν. "Οτι δεῖ τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἰδίοις ἀνδράσιν, ὡς καὶ ἡ Ἐκκλησία τῷ Χριστῷ, ποιούσας τὸ θέλημα τοῦ Θεοῦ. Κεφάλ. δ'.