Ancient Greek
441.10
Basilius Theol., Regulae Morales 441.10
Unproofread scanNot analysed yet
Ως ναοὺς (21) Θεοῦ ἁγίους, καθαροὺς, καὶ μόνων πεπληρωμένους τῶν πρὸς λατρείαν Θεοῦ. #Κεφάλ. ζ' ΙΩΑΝΝΗΣ. Ἐὰν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατὴρ μου ἀγαπήσει αὐτόν· καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. ΠΡΟΣ ΚΟΡ. γ'. Ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος. λέγει γὰρ ἡ Γραφή, ὅτι Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός.