Ancient Greek
441.13 to 442.39
Basilius Theol., Regulae Morales 441.13-442.39
Unproofread scanNot analysed yet
Ως θυσίαν Θεοῦ (22) ἀμωμον καὶ ἀλώβητον, παντὶ μέλει καὶ μέρει τῆς θεοσεβείας τὸ ὑγιὲς διασῴζοντας. #Κεφάλ. η' ΠΡΟΣ ΡΩΜ. Παρακαλῶ ὑμᾶς (23), ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ως τέκνα Θεοῦ, μεμορφωμένους πρὸς τὴν εἰκόνα τοῦ Θεοῦ, κατὰ τὸ μέτρον τὸ ἀνθρώποις κεχαρισμένον. #Κεφάλ. θ' ΙΩΑΝΝΗΣ. Τεκνία, ἔτι μικρὸν (24) μεθ' ὑμῶν ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ὡς φῶς ἐν κόσμῳ, ὥστε αὐτοὺς τε (25) εἶναι ἀνεπιδέκτους κακίας, καὶ τοὺς πλησιάζοντας αὐτοῖς φωτίζειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας, πρὸς τὸ γενέσθαι δέ, ἢ ἐλέγχειν δ εἰσιν. Κεφάλ. θ'. ΜΑΤΘΑΙΟΣ. Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. ΠΡΟΣΦΙΛΙΠΠ. Ἐν οἷς φαίνεσθε ὡς (26) σωτήρες ἐν κόσμῳ. Ὡς ἅλας ἐν γῇ, ὥστε τοὺς κοινωνοῦντας αὐτοῖς ἀνανεοῦσθαι τῷ πνεύματι πρὸς ἀφθαρσίαν. Κεφάλ. ι'. ΜΑΤΘΑΙΟΣ. Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. Ὡς λόγον ζωῆς τῇ πρὸς τὰ παρόντα νεκρώσει πιστωμένους τὴν ἐλπίδα τῆς ὄντως ζωῆς. Κεφάλ. ια'. ΠΡΟΣ ΦΙΛΙΠΠ. Ἐν οἷς φαίνεσθε ὡς φωστήρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἡμῶν εἰς ἡμέραν Χριστοῦ. Ποιαποὺς βούλεται εἶναι ὁ λόγος τοὺς πιστευομένους τὸ κήρυγμα τοῦ Εὐαγγελίου, ὡς ἀποστόλους. καὶ ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους πιστοὺς μυστηρίων Θεοῦ, μόνα τὰ διατεταγμένα ὑπὸ τοῦ Κυρίου ἀπαραιτήτως ἔργῳ (27) καὶ λόγῳ πληροῦντας. Κεφάλ. ιβ'. ΜΑΤΘΑΙΟΣ. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. ΠΡΟΣ ΚΟΡ. α'. Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ· δ δὲ λοιπὸν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστὸς τις εὑρεθῇ. Ὡς κήρυκας βασιλείας οὐρανῶν ἐπὶ καταλῦσει τοῦ ἔχοντος τὸ κράτος τοῦ θανάτου ἐν τῇ ἁμαρτίᾳ. Κεφάλ. ιγ'. ΜΑΤΘΑΙΟΣ. Πορευόμενοι δὡ κηρύσσετε λέγοντες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ΠΡΟΣ ΤΙΜ. β'. Διαμαρτύρομαι ἐγὼ ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρῖναι ζῶντας καὶ νεκρούς κατά τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· κήρυξον τὸν λόγον