Ancient Greek
444.8
Basilius Theol., Regulae Morales 444.8
Unproofread scanNot analysed yet
ΠΡΟΣ ΚΟΡ. α'. Κατὰ τὴν χάριν τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων, θεμέλιον τέθεικα· ἄλλος δὲ ἐπικοδομεῖ. Ἓκαστος δὲ βλέπειν πῶς ἐπικοδομεῖ. Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται εἶναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός (33). ΠΡΟΣ ΕΦΕΣ. Ἀρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐπικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ἔντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ (34), ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὐξεῖ εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον Θεοῦ ἐν Πνεύματι.