Ancient Greek
444.9
Basilius Theol., Regulae Morales 444.9
Unproofread scanNot analysed yet
Κεφάλ. κβ. Τί ἴδιον Χριστιανοῦ; Πίστις δι' ἀγάπης ἐνεργουμένη. Τί ἴδιον πίστεως; Ἀδιάκριτος πληροφορία τῶν τοῦ Θεοῦ πνευθέντων ῥημάτων, οὐδενὶ λογισμῷ, οὔτε ὑπὸ φυσικῆς ἀνάγκης εἰσαγομένῃ, οὔτε πρὸς εὐσέβειαν ἐσχηματισμένῃ, διασαλευομένη. Τί ἴδιον πιστοῦ; Τὸ ἐν τοιαύτῃ πληροφορίᾳ συνδιατίθεσθαι τῇ δυνάμει τῶν εἰρημένων, καὶ μηδὲν τολμᾶν ἀθετεῖν, ἢ ἐπιδιατάσσεσθαι. Εἰ γὰρ πᾶν ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστιν, ὡς φησιν ὁ Ἀπόστολος, ἢ δὲ πίστις ἐξ ἀκοῆς, ἢ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ· πᾶν τὸ ἔκτος τῆς θεοπνεύστου Γραφῆς οὐκ ἐν πίστει ἐστιν, ἁμαρτία ἐστίν. Τί ἴδιον τῆς πρὸς Θεὸν ἀγάπης; Τὸ τηρεῖν τὰς ἐντολὰς αὐτοῦ κατὰ σκόπον τῆς αὐτοῦ δόξης. Τί ἴδιον τῆς πρὸς τὸν πλησίον ἀγάπης; Τὸ μὴ ζητεῖν τὰ ἑαυτοῦ, ἀλλὰ τὰ τοῦ ἀγαπωμένου πρὸς τὸ συμφέρον τῇ τε ψυχῇ καὶ τῷ σώματι. Τί ἴδιον Χριστιανοῦ; Τὸ διὰ τοῦ βαπτίσματος ἐξ ὕδατος (35) καὶ Πνεύματος γεννηθῆναι ἄνωθεν. Τί ἴδιον τοῦ γεννηθέντος ἐξ ὕδατος; Τὸ, καθὼς ὁ Χριστὸς ἀπέθανεν τῇ ἁμαρτίᾳ ἐφάπαξ, οὕτω καὶ αὐτὸν νεκρὸν εἶναι καὶ