Ancient Greek
Page 188
Basilius Theol., Sermo ob sacerdotum instructionem (recensio fusior) [Sp.] 188
Not analysed yet
δεύσῃς τὸν παράκλητον ἐν ἡμέρᾳ συνάξεως. Μὴ δικάζου, μηδὲ φιλονείκει καθόλου, ἀλλὰ κρυπτόμενος, ἐν τῇ ἐκκλησίᾳ μένων, προσεύχου καὶ ἀναγίνωσκε μέχρι τῆς ὥρας, ἐν ᾗ δεῖ σε τελέσαι τὴν θείαν μυσταγωγίαν· καὶ οὕτω παράστα ἐν κατανύξει τῷ ἁγίῳ θυσιαστηρίῳ, μὴ περιβλεπόμενος ἔνθεν κἀκεῖθεν, ἀλλὰ φρίκῃ καὶ φόβῳ παριστάμενος τῷ ἐπουρανίῳ βασιλεῖ. Μὴ διὰ θεραπείαν ἀνθρωπίνην ἐπισπεύσῃς τὰς εὐχὰς ἢ συντέμῃς, μὴ παρακαλῶν ‘λάμβανε πρόσωπον ἀνθρώπου’, ἀλλ' ὅρα πρὸς τὸν προκείμενον βασιλέα καὶ τὰς παρεστώσας δυνάμεις κύκλω. Ἄξιον σεαυτὸν ποίησον τῶν ἱερῶν κανόνων· μὴ συλλειτούργει οὓς ὁ κανὼν ἀπωθεῖται. Ὅρα οὖν τίνι παρέστηκας, πῶς ἱερουργεῖς καὶ τίσι μεταδίδως. Ὅρα