Ancient Greek
Page 189
Basilius Theol., Sermo ob sacerdotum instructionem (recensio fusior) [Sp.] 189
Not analysed yet
μὴ ἐπιλάθῃ τῆς δεσποτικῆς ἐντολῆς καὶ τῆς τῶν ἁγίων ἀποστόλων· ‘Μὴ δότε γάρ, φησί, τὰ ἅγια τοῖς κυσί, καὶ τοὺς μαργαρίτας μὴ βάλητε ἔμπροσθεν τῶν χοίρων’· ‘Βλέπετε τοὺς κύνας’ καὶ τὰ ἑξῆς. Ὅρα οὖν μὴ φόβῳ ὑπαχθεὶς ἀνθρωπίνῳ, πτοηθῇς ἄνθρωπον εἰς πτῶσίν σου· μὴ παραδῶς τὸν υἱὸν τοῦ θεοῦ εἰς χεῖρας ἀναξίων. Ὅρα οὖν μὴ ἐντραπῇς τοὺς ἐνδόξους τῆς γῆς, μηδ' αὐτὸν τὸν τὸ διάδημα περικείμενον πτοηθῇς ἐν τῇ ὥρᾳ ἐκείνῃ, ὅταν παρίστασαι ἱερουργῆσαι. Βλέπε τοὺς βουλομένους λαμβάνειν δωρεὰν ἐν τοῖς οἴκοις πῶς δίδως· ἐγὼ πρᾶγμα οὐκ ἔχω, σὺ ὄψει. Τοῖς δὲ τῆς θείας μεταλήψεως ἀξίοις μεταδίδου δωρεάν, ὡς καὶ αὐτὸς ἔλαβες· οἷς οἱ θεῖοι κανόνες