Ancient Greek
Page 190
Basilius Theol., Sermo ob sacerdotum instructionem (recensio fusior) [Sp.] 190
Not analysed yet
οὐκ ἐπιτρέπουσι μὴ μεταδώσης, ὡς ἐθνικοὶ γὰρ ἐλογίσθησαν καὶ πρὶν ἐπιστρέψωσι τοῖς μεταδιδοῦσιν αὐτοῖς οὐαί. Ὅρα οὖν μὴ μῦς ἢ ἄλλο τι ἅψηται τῶν θείων μυστηρίων· μὴ ἐξ ἀμελείας σου νοτισθῇ ἢ καπνισθῇ ἢ χειρισθῇ ὑπὸ ἀνιέρων. [Ὅρα πῶς καταστέλλεις τὰ ἅγια μετὰ τὴν ἐκπλήρωσιν τῆς θείας λειτουργίας· μὴ σπεύδων μαργαρίτης ἀποπέσῃ, βλέπε μὴ ἐάσῃς ἔχον νᾶμα τὸ ἅγιον ποτήριον καὶ κονοπιασθῇ, ἀλλ' ἀμφότερα καταστείλας οὕτω πορεύου. Βλέπε, ἐὰν ἀπομείνωσιν ἅγια δῶρα οὐκ ἔξεστι κοινωνεῖν αὐτὰ πλὴν τῶν ἱερέων καὶ μόνον· εἰ δὲ μή γε, καὶ εἰσὶν αὐταρκῆ παιδία σώφρονα, ἄγαγε καὶ ταῦτα κοινωνήτωσαν, καὶ διαμεινάτωσαν νηστεύοντες ἕως ὥρας εʹ. Ὅρα μὴ μυῖαι πέσωσιν εἰς τὸ ἅγιον ποτήριον ἢ ἐπάνω τοῦ