Ancient Greek
100.1
Basilius, Sermones Xli 100.1
Unproofread scanNot analysed yet
ἑλουόντος ἡ γνώμη· ἥδη τὴν φειδὸν προσεῴργει τῆς Ἀ πόλεως, ἀγανακτῶν ἐλεεῖ, καὶ ἀπειλῶν σῴζει ποθεῖ, καὶ φανερῶς ὀργιζόμενος, λᾶθρα τῇ φιλανθρωπίᾳ ἰνέξιννεται. Ταύτης Ἰωνὰς ὁ προφήτης καὶ κρυπτομένης αἰσθόμενος, καὶ τῆς πρὸς τοὺς ἁμαρτάνοντας φειδοῦς ὑπηρέτης γενέσθαι μὴ θέλων, καὶ τὸν μὲν προστάττοντα δεδιόκως, τὸ δὲ προσταχθὲν ἀνύειν οὐ φέρων, ὑπερθέσθαι μηχανάζεται τὸ ἐπίταγμα, καὶ ψυχὴ διανο· ῖται διακρούσασθαι τὸ πρόσταγμα. Ἐνὶνει γὰρ λογισμούς, δι’ ὧν κρυπτομένην τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἐδήρευσεν· Εἰ τιμωρίας, φησι, κατὰ Νινευιτῶν ἔδει γενέσθαι, χαίρων ἡπόμην τοῖς ἐπιτάγμασιν, ὑπουργὸς ἂν ἐγενόμην ὑπηρέτων τῆς κατὰ τῶν ἀσεβούντων κολάσεως· μισῶ γὰρ πόλιν ἀσεβούνταν, ἀσεβούντων χωρίον βεβελύττωμα, πόλιν ἁμαρτωλῶν ἐργαστήριον, μισῶ δήμον ἀκολασίας ἐργάτην, σωφροσύνης ἀλλότριον, πλεονεξίας γεωργιον. Δήμος γὰρ οὗτος ὁπλὸν κατὰ Θεοῦ φέρων τὴν γλῶτταν, πόλεις εἰδύλων ἐρώσα, δαιμόνων θεραπεύσα, τὸν Ποιητὴν ἀγνοοῦσα. Ἄλλὰ νῦν ταύτην ὁ Δεσπότης ἀπελεῖ μέν, ὡς οἶμαι, κολάζειν, ἀλλάττει δὲ τὴν τιμωρίαν εἰς φόβον. Ὑποπτεύω τὴν ἀπειλὴν ὡς φιλανθρωπίας μητέρα. Τί γὰρ προκηρύττει τὴν καταστροφήν, εἰ ἀληθεῖν θέλει τὴν κόλασιν; Εἰ τιμωρήσασθαι βούλεται, τί λέγει τὸν κίνδυνον; Τί προλαμβάνει τῇ ψυχῇ τὴν πληγήν; Ἄλλ’ οἶδα τοῦ φιλανθρώπου τὴν τέχνην· ὀργὴν σχηματίζεται, λύσαι τὴν τιμωρίαν πρὸ πείρας βουλόμενος· ἐγὼ δὲ κηρύξας ἀναίρεσιν, ψευδολόγος εὑρεθήσομαι, καὶ δυσὶ τοιούτοις ἀναλαβσομαι· ψεύστης ὁρώμενος, καὶ πόλιν ἐχθρὰν ἀπαθῆ φυλαττομένην θεώμενος. Καὶ δήμος μὲν ἀσεβῆς, ἀπαθὴς εὑρεθήσεται· ἐγὼ δὲ τοῦ ψεύδους αἰσχύνῃ περιβληθήσομαι. Τί οὖν; Θεραπεύσω τὴν ἀμηχανίαν ψυχῆς, ἕτερος ὑπουργεῖτω φιλανθρωπουσμένῃ τῷ Θεῷ· γινέσθω μοι τῆς ψυχῆς ὁ χρόνος τῆς λειτουργίας παραίτησις. Ταῦτα λέγων ἐκβαίνει τοῦ σκάφους · ἡγνὼν δὲ ἄρα σφοδρότεραν εὑρίσκων τῆς ἑαυτοῦ μηχανῆς· τὴν ὑπὲρ ἁμαρτωλῶν φιλανθρωπίαν. Πρόσταγμα γὰρ εἰδὸς τὴν θάλατταν ἐκίνει πρὸς ζήτησιν, Κατάσχε, ὦ θάλασσα, λέγων, προφήτην ἐμὸν δραπετεύοντα· ἄγε τὸν ἐμὸν οἰκέτην δεσμώτην, διδασκέσθω τὴν τόλμαν ἀμηχανοῖς ἐπιχειρῶν· πολιορκείσθω -λ σκάφος τοῖς κύμασιν, ὀθείσθω πρὸς κίνδυνον διὰ τῶν πνευμάτων ἡ ναῦς, ἄχρις ἂν ἐκδοτὸν παράσχωσι τὸ ζητούμενον. Τοῦτοίς ἡ θάλασσα καθυπλισθεῖσα τοῖς διατάγμασι, ἐκ βυθῶν ἐκλόνει τοὺς πλεόντας, κυμάτων δρη τῇ νηὶ περιστασαντα τὸν προφήτην ἤφεισε· οἱ δὲ πλέοντες, τὸν ἄγιον ἀγνοοῦντες, τέχνη πρὸς τὴν ζάλην ἐμάχοντο, καὶ τοῖς οἴαξιν ἀθδεῖντες τὸν κίνδυνον ἡλπίζον, καὶ πρὸς τὸ πέλαγος ἐναυμάχουν, καὶ μάτην τὸν φόρτον ἐπὶ τῶν κυμᾶτων ἐξέχεον, ἔχοντες τὴν τοῦ χειμῶνος ὑπόθεσιν. Ὡς δὲ τέχνη μέν ἀπεγύγχει τὴν σωτηρίαν, ναυαγὸς δὲ ταις ἐλπίσι· καὶ πρὸ τῆς πείρας ἐγίνοντο, κλῆρω ζητοῦσι τὴν τοῦ κλύδωνος αἰτίαν. Τί λέγεις; ἡ θάλασσα κλυδωνίζεται, καὶ τὸν κλῆρον ἐν μέσῳ καλεῖς, καὶ αἴτιον τοῦ χειμῶνος καθίζεις; Ἄγχυραν τὸν κλῆρον νενομίκας; κυβερνήτην σοι τοῦτον ἐλπίζεις ἐν χειμῶνι γενέσθαι; Τί οὖν ἔντεῦθεν διδασκώ-