Ancient Greek
99.2
Basilius, Sermones Xli 99.2
Unproofread scanNot analysed yet
Β. Ἡ Νινευὶ πόλις ἐν Ἀσσυρίοις πολυάνθρωπος, ὑπερβαλοῦσα μὲν ἁμαρτίαις τοὺς ὅρους τῆς φύσεως, οὐ νικήσα δ’ ὅμως τῆς θείας φιλανθρωπίας τὰ μέτρα· ἀλλὰ βραχὺν μὲν ἀσεβείας πυρέττουσα, μετανοίας δὲ ὅμως θεραπευομένη φαρμάκοις. Ταύτην νοσοῦσαν ὡς εἶδεν ὁ φιλάνθρωπος Δημιουργός, πέμπει τὸν Ἰωναν ἰατρὸν τοῦ νοσήματος· εἰ γὰρ καὶ μισεῖ πονηρευομένην τὴν γνώμην, ἀλλ’ ἐλεεῖ νόσῳ ἄλλοιωμένην τὴν φύσιν, καὶ γνωρίζει τῆς οἰκείας χειρὸς τὸ πλαστόργημα. Πιστεύσας οὖν τῷ προφήτῃ τὴν θεραπείαν, ἐπειγέσθαι πρὸς τοὺς νοσοῦντας παρακελεύεται, πρὶν ἡ νόσος αὐξηθεῖσα, κυρωθῇ τοῦ θανάτου τὴν ψῆφον. Ἄρδισθι τοίνυν, φησὶ, καὶ προπορεύθητι εἰς Νινευὶ (16) τὴν πόλιν τὴν μεγάλην, καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν πρὸς με. —Ἄρδισθι, καὶ πορεύθητι, εἰς Νινευὶ τὴν πόλιν τὴν μεγάλην. Ἐν ἀπειλῇ τιμωρίας, οἰκτείροντος ῥήματα, ἐπαγγελία κολάσεως, καὶ διαθέσεως ἐνδείξις· μισούντος ἡ φωνή, καὶ