Ancient Greek
106.1
Basilius, Sermones Xli 106.1
Unproofread scanNot analysed yet
νῦν καὶ μοιχαλίς σημείον ἐπιζητεῖ, καὶ σημείον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνὰ τοῦ προφήτου. Ὅσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου ποιεῖν ἐν τῇ καρδίᾳ τῆς γῆς (31). Κηρύττει γὰρ ἐν τῇ σκιᾷ τὴν ἀλήθειαν, ὁ τύπος τὰ πράγματα, τὰ πάθη προκωρυττεῖ τοὺς πάθεσιν. Καὶ δὴ μικρὸν ἀναλαβόντες τῷ λόγῳ, δεῖξωμεν ὅτι φίλον πάλαι Θεῷ, καθάπερ ἐπὶ τινὸς ἀρχαίας εἰκόνος, σκιαγραφεῖν τὰ νεκρὰ τῆς χάριτος πατορθώματα. Ἐπειδὴ γὰρ τὰ νικῶντα τοὺς νόμους τῆς φύσεως πράγματα, ταῖς τῶν ἀνθρώπων ἀκοαῖς τε καὶ ὁμᾶσιν ἀπίστα, διὰ τοῦτο τὰς τῶν θαυμάτων εἰκόνας ὁ Θεὸς προκαταβάλλεται (32), ἵνα τὴν ἐκεῖνον θέαν ἐν τούτοις προμειληθῶσι, καὶ τὰς ἀμυδρότητας τῶν θαυμάτων σκιὰς καθορῶντες, τῇ συντρόφῳ θεωρίᾳ, καθάπερ ἐν ἐσόπτρῳ τὰ ὑπὲρ φύσιν πιστεύσωσι.